Ancient Greek
129.1 to 129.31
Epicurus, Deperditorum Librorum Reliquiae 129.1-31
Unproofread scanNot analysed yet
πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο ἀθροίσμα. καὶ κατ’ ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συντελεῖσθαι. Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γίνεται· καὶ κατὰ φορὰν δὲ ἢ ἀπὸ νωτερῶν τόπων ἢ ὕδατα κεκτημένων, ἐν οἷς τόποις μάλιστα δρό- σος συντελεῖται, εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λα- βόντων καὶ ἀποτελέσιν ὑγρασίας καὶ πάλιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθά περ ὁμοίως καὶ παρ’ ἡμῖν ἐπὶ πλεόνων τοιαῦτά τινα <συντελούμενα θεωρεῖται. Καὶ πάγην δὲ οὐ διαφερόντως> συντελεῖται τῶν δρόσων, τοιούτων τινῶν πῆξιν τινα ποίαν λαβόντων διὰ περίστασιν τινα ἀέρος ψυχροῦ. Κρύσταλος συντελεῖται καὶ κατ’ ἐκθλίψιν μὲν τοῦ περιφεροῦς σχηματισμοῦ ἐκ τοῦ ὕδατος, σύνψωσιν δὲ τῶν σκαληνῶν καὶ ὀξυγωνίων τῶν ἐν τῷ ὕδατι ὑπαρχόντων· καὶ κατὰ ἐξωθὲν δὲ τῶν τοιούτων πρόσκρισιν, ἃ συνε- λαθέντα πῆξιν τῷ ὕδατι παρεσκεύασε, ποσὰ τῶν περιφε- ρῶν ἐκθλίψαντα. 1 πῆξιν εἰληφότων om f |ἂν λαμβάνοι τὸ Schneiderus: ἀνα- λαμβάνοιτο Q ἀναλαμβάνοι (-βάνει H¹f) τὸ reliqui ||2 τοῦτο] τοῦ- το τὸ F ||3 χίονα F ||4 δρόσος συντελεῖται supplet mg H |καὶ om F ||6 ἀποτελεστικὰ f συντελεστικὰ F |καὶ καταφορὰν BQ |uit F |τοιούτων τινῶν] τούτων τινα B τούτων //////////P: τούτων τελεῖται post 16 ὕδατος collocat F |κρύσταλος Qf |καὶ κατέκθλιψιν derus |συνελασθ[έντα] B² συντελεσθέντα F συνελασθέντα reliqui: