Ancient Greek
131.31
Epicurus, Deperditorum Librorum Reliquiae 131.31
Unproofread scanNot analysed yet
19 δύναται F Τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσει113 χρώμενα συμβαίνει, τινὰ δ’ ὁμαλῶς κινεῖσθαι ἐνδέχεται μὲν καὶ παρὰ τὸ κύκλῳ κινούμενα ἐξ ἀρχῆς οὕτω κατηγαγκάσθαι, ὥστε τὰ μὲν κατὰ τὴν αὐτὴν δίνην φέρεσθαι ὁμαλῇ οὖσαν, τὰ δὲ κατὰ τινὰ δίνησιν ἀνωμαλίαις χρωμένην· ἐνδέχεται δὲ καὶ καθ’ οὓς τόπους φέρεται οὐ μὲν παρεκτάσεις ἀέρος εἶναι ὁμαλεῖς ἐπὶ τὸ αὐτὸ συνωθοῦσας κατὰ τὸ ἔξης ὁμαλῶς τε ἐκκαοῦσας, οὐ δὲ ἀνωμαλεῖς οὕτως ὥστε τὰς θεωρουμένας παραλλαγὰς συντελεῖσθαι. 10 τὸ δὲ μίαν αἰτίαν τούτων ἀποδιδόναι, πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων, μαδικὸν καὶ οὐ καθῆκοντως πραττόμενον ὑπὸ τῶν τὴν ματαίαν ἀστρολογίαν ἐξηλωκότων καὶ εἰς τὸ κενὸν αἰτίας ἄστρων ἀποδιδόντων, ὅταν 114 τὴν θείαν φύσιν μηδαμῇ λειτουργιῶν ἀπολύωσι. Τινὰ 15 ἄστρα ὑπολειπόμενα τινῶν θεωρεῖσθαι συμβαίνει καὶ παρὰ τὸ βραδύτερον συμπεριφέρεσθαι τὸν αὐτὸν κύκλον περιόντα, καὶ παρὰ τὸ τὴν ἐναντίαν κινεῖσθαι ἀντισπώμενα ὑπὸ τοιαύτης δίνης· καὶ παρὰ τὸ περιφέρεσθαι τὰ μὲν διὰ πλείονος τόπου, τὰ δὲ δι’ ἐλάττονός, τὴν αὐτὴν 20 δίνην περικυκλοῦντα. τὸ δὲ ἀπλῶς ἀποφαίνεσθαι περὶ τούτων καθῆκόν ἐστι τοῖς τερατεύεσθαι τι πρὸς τοὺς πολλοὺς βουλομένοις.