Ancient Greek
130.2 to 131.28
Epicurus, Deperditorum Librorum Reliquiae 130.2-131.28
Unproofread scanNot analysed yet
Ἄλως περὶ τὴν σελήνην γίνεται καὶ πάντοθεν ἀέρος προσφερομένου πρὸς τὴν σελήνην ἢ τὰ ἀπ’ αὐτῆς ρέυματα ἀποφερόμενα ὁμαλῶς ἀναστέλλοντος ἐπὶ τοσοῦτον ἐφ’ ὅσον κύκλῳ περιστήσαι εἰς τὸ νεφοειδὲς τοῦτο καὶ μὴ τὸ παράπαν διακρίναι, ἢ καὶ τὸν πέριξ ἄερα αὐτῆς ἀναστέλλοντος συμμετρῶς πάντοθεν εἰς τὸ περιφερὲς τὸ περὶ αὐτήν. καὶ παχυμερὲς περιστήσαι. ὁ γίνεται κατὰ μέρη τινὰ ἤτοι ἐξωθεν βιασαμένου τινὸς ρέυματος ἢ τῆς θερμασίας ἐπιπιδείων πόρων ἐπιλαμβανομένης εἰς τὸ τοῦτο ἀπεργάσασθαι. Κομήται ἀστέρες γίνονται ἤτοι πυρὸς ἐν τόποις τισὶ διὰ χρόνων τινῶν ἐν τοῖς μετεώροις συντρεφομένου πε- ριστάσεως γινομένης, ἢ ἰδίαν τινὰ κίνησιν διὰ χρόνων τοῦ οὐρανοῦ ἰσχυοντος ὑπὲρ ἡμᾶς, ὥστε τὰ τοιαῦτα ἄστρα ἀναφανῆναι [ἢ αὐτὰ ἐν χρόνοις τισὶν ὀρμῆσαι διὰ τινα περίστασιν καὶ εἰς τοὺς καθ’ ἡμᾶς τόπους ἐλθεῖν καὶ ἐκφανῆ γενέσθαι. τὴν τε ἀφάνισιν τούτων γίνεσθαι παρὰ τὰς ἀντικειμένας ταύταις αἰτίας]. Τινὰ ἄστρα στρέφεσθαι αὐτοῦ συμβαίνει οὐ μόνον τῷ τὸ μέρος τοῦτο τοῦ κόσμου ἐστάναι, περὶ ὁ τὸ λοι- πὸν στρέφεται, καθά περ τινὲς φασιν, ἀλλὰ καὶ τῷ δίνην ἀέρος ἐγκυκλον αὐτῷ περιεστάναι, ἢ κωλυτικὴ γίνεται τοῦ περιπολεῖν ὡς καὶ τὰ ἄλλα· ἢ καὶ διὰ τὸ ἐξῆς μὲν αὐ- τοῖς ὕλην ἐπιπιδείαν μὴ εἶναι, ἐν δὲ τούτῳ τῷ τόπῳ ἐν ᾧ κείμενα θεωρεῖται. καὶ κατ’ ἄλλους δὲ πλείονας τρό- πους τοῦτο δυνατὸν συντελεῖσθαι, ἐὰν τις δύνῃται τὸ σύμφωνον τοῖς φαινομένοις συλλογίζεσθαι. 4 περὶ κομητῶν ἀστέρων RVBRICA F 1 ἐξω βεβιασμένου P¹ ἐξωθεν βιασμένου H ||6 ἢ om Ff |παρα Q ||11 τὰς ἀντικειμένας] παραστάντι κειμένας B(P¹)Q, sed κειμέν[αις] ex -ας corr. B² τὰς ἀντικειμένα*ς P² ||12 τινὰ (τίνὰ τοῦ στρέφεται exprimit |αὐτοῦ] αὐτοῦ· δ libri ||. 13 τὰ λοιπὰ Schneiderus ||14 στρέφεται] ἀναστρέφεται HP²s ἀναγράφεται f |τ[ῷ] ex τὸ corr B |δίνην F¹ δ[ι]ν[η]ν B δίνιν P¹ ||15 ἐγκυκλον B ἐ*κυκλον P¹ ἐκκυκλον Q |ἢ ex ἡ corr H |κω[λυτικὴ] H |τοῦ]