Ancient Greek
154.4
Epicurus, Deperditorum Librorum Reliquiae 154.4
Unproofread scanNot analysed yet
XIX Ὁ ἄπειρος χρόνος ἴσην ἔχει τὴν ἡδονὴν καὶ ὁ πεπερασμένος, ἐὰν τις αὐτῆς τὰ πέρατα καταμετρήσῃ τῷ λογισμῷ. XX Ἡ μὲν σὰρξ ἀπέλαβε τὰ πέρατα τῆς ἡδονῆς ἀπείρα, καὶ ἄπειρος αὐτὴν χρόνος ἀρέσκοι ἂν. ἡ δὲ διάνοια τοῦ τῆς σαρκὸς τέλους καὶ πέρατος λαβοῦσα τὸν ἐπιλογισμὸν καὶ τοὺς ὑπὲρ τοῦ αἰῶνος φόβους ἐκλύσασα τὸν παντελῆ βίον παρεσκεύασεν, καὶ οὐδὲν ἐτι τοῦ ἀπείρου χρόνου προσεδέθη· μὴν ἀλλ᾽ οὔτε ἔφυγε τὴν ἡδονὴν οὔθ᾽ ἡνίκα τὴν ἐξαγωγὴν ἐκ τοῦ ζῆν τὰ πράγματα παρεσκεύαζεν, ὡς ἐλλείπουσά τι τοῦ ἀρίστου βίου κατέστρεφεν.