Ancient Greek
154.6 to 155.3
Epicurus, Deperditorum Librorum Reliquiae 154.6-155.3
Unproofread scanNot analysed yet
2 βίου διοικεῖ καὶ διοικήσει GLOSSEMA u. 1 διώκησε XXI Ὁ τὰ πέρατα τοῦ βίου κατειδὼς οἶδεν, ὡς εὐπόρι- 146 στὸν ἐστὶ τὸ ἀλγοῦν κατ’ ἕνδειαν ἐξαιροῦν καὶ τὸ τὸν ὅλον βίον παντελῆ καθιστᾶν· ὥστε οὐδὲν προσδεῖται πραγμάτων ἀγῶνας κεκτημένων. XXII Τὸ ὑφεστηκὸς δεῖ τέλος ἐπιλογίζεσθαι καὶ πᾶσαν τὴν ἐνάρχειαν, ἐφ’ ἣν τὰ δοξαζόμενα ἀνάγομεν· εἰ δὲ μή, πάντα ἀκρισίας καὶ ταραχῆς ἔσται μεστὰ. XXIII Εἰ μάχη πάσαις ταῖς αἰσθήσεσιν, οὐχ ἕξεις οὐδ’ ἅς ἂν φῇς αὐτῶν διεψεῦσθαι πρὸς τί ποιούμενος τὴν ἀναγωγὴν κρίνης.