Ancient Greek
195.7 to 196.2
Epicurus, Deperditorum Librorum Reliquiae 195.7-196.2
Unproofread scanNot analysed yet
PLVTARCHVS quaest. conuiu. III 5, 1 p. 652a διελέκται δὲ καὶ Ἐπί- 30 κουρος ἐν τῷ Συμποσίῳ πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν, ὡς ἐγὼμαι, τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμόν αὐτοτελῶς τὸν οἶνον ἀλλ’ ἔχειν τινὰς ἀτόμους ἐν αὐτῷ θερμασίας ἀποτελεστικὰς, ἑτέρας δ’ αὐ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν ὅταν εἰς τὸ σῶμα παραγένῃται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν ἔχουσι κράσεως ἡμῖν ἡ φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι, τοὺς δὲ τοῦναντίον πάσχειν μεθυσκομένους.