Ancient Greek
196.3
Epicurus, Deperditorum Librorum Reliquiae 196.3
Unproofread scanNot analysed yet
61 PLVTARCHVS quaest. conviu. III 6, 1 p. 653b Νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραιτον τὸν Ἐπικούρου ὡς οὐ καλὸν οὐδ’ ἀναγκαῖον ἐσβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ συμπόσιον· μνησθῆσεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δεῖπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δεῖπνου χρῆσθαι, ἐσχάτης ἀκολασίας εἶναι. πρὸς ταῦτα . . . . . Ζώπυρος ὁ ἰατρὸς εὖ μάλαι τοῖς Ἐπικούρου λόγοις ἐνυμιληκὼς οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὡςπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπ’ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακροῦιν ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλῶς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα δὲ τοὺς παρὰ πότον καὶ ἡδονὴν χρυμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμενῶς, εἶπεν, ἐζήτειτο περὶ τούτου, πότερον οὐδὲ ὅλως ἐσκέφθαι καλῶς εἶχε. τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας; ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον, ἐν δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; . . . . . . (2) τῶν δ’ ἄλλων τὸν Ζώπυρον ἀξιοῦντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδίζοντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δὲ οὕτως ἔχοντα τὸν ὀγκὸν ἡμῶν γαλήνην μὴ παραλάβῃ καὶ ὕπνος ἀλλ’ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων,