Ancient Greek
272.1
Epicurus, Deperditorum Librorum Reliquiae 272.1
Unproofread scanNot analysed yet
272 Sextvs emp. adu. dogmat. II (math. VIII) 329 Ἐπίκουρος δοκεῖ ἰσχυροτάτην τεθεῖκέναι ἀπόδειξιν εἰς τὸ εἶναι κενὸν τοιαύτην· εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν. ταύτης δὲ τῆς ἀποδείξεως τὰ λήμματα εἰ μὲν συνεχωρεῖτο πρὸς πάντων, ἐξ ἀνάγκης ἂν καὶ τὴν ἐπιφορὰν εἶχεν ἀκολουθοῦσαν αὐτοῖς καὶ ὑπὸ πάντων παραχωρουμένην. νῦν δ' ἐνέστησάν τινες τούτω, φημὶ δὲ τῷ μὴ συνάγεσθαι τοῖς λήμμασι τὴν ἐπιφορὰν, οὐ διὰ τὸ μὴ ἀκολουθεῖν αὐτὴν ἐκείνοις, ἀλλὰ διὰ τὸ ἐκεῖνα εἶναι ψευδῆ καὶ ἀνομόλογα. idem ibid. 314 ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν· ἀποδείξεις ἔστι λόγος δι' ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον, οἷον ὁ τοιοῦτος· εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν. τὸ γὰρ εἶναι κενὸν ἄδηλόν τ' ἔστι καὶ δι' ἀληθῶν δοκεῖ τοῦ τε 'εἰ ἔστι κίνησις, ἔστι κενόν' καὶ τοῦ 'ἔστι δὲ κίνησις' κατὰ συναγωγὴν ἐκκαλυπτεσθαι.