Ancient Greek
272.2
Epicurus, Deperditorum Librorum Reliquiae 272.2
Unproofread scanNot analysed yet
273 Simplicivs in Arist. phys. Δ 5 extr. (p. 213a 10) f. 140v Ald. p. 379b 24 Brand. ἰστέον οὖν ὅτι τῶν περὶ τόπου τι γραφάντων οἱ μὲν σῶμα τὸν τόπον οἱ δὲ ἀσώματον ὑπέθεντο . . . . τῶν δὲ ἀσώματον λεγόντων οἱ μὲν πάντη ἀδιάστατον οἱ δὲ διαστατὸν λέγουσι . . . τῶν δὲ διαστατὸν λεγόντων οἱ μὲν ἐπὶ δύο διεστῶτα . . . ,οἱ δὲ ἐπὶ τρία· καὶ τούτων οἱ μὲν πάντη ἀδιάφορον καὶ ποτε καὶ ἄνευ σώματος μένον, ὡς οἱ περὶ Δημόκριτον καὶ Ἐπίκουρον, οἱ δὲ διάστημα καὶ ἀεὶ σῶμα ἔχον καὶ ἐπιτήδειον πρὸς ἕκαστον, ὡς οἱ κλεινοὶ τῶν Πλατωνικῶν καὶ ὁ Λαμψακηνὸς Στράτων. cf. f. 144v πάλιν δὲ αὐ τῶν τὸ κενὸν αὐτὸ τιθεμένων οἱ μὲν ἄπειρον εἶναι φασὶ καὶ ὑπερβάλλον ἄπειρίᾳ τὰ σώματα καὶ διὰ τοῦτο ἄλλο ἐν ἄλλοις αὐτοῦ μέρεσι καταδεχόμενον, ὡς ἂν ἔτυχον, εἰ περ μέρη λέγειν ἐπὶ τοῦ ἀπείρου κενοῦ δυνατόν. τοιαύτην δὲ περὶ αὐτοῦ δόξαν ἐσχηκέναι δοκοῦσιν οἱ περὶ Δημόκριτον ἄρχαιοι φυσιολόγοι. Simplicivs in Arist. phys. Δ 4 (p. 211b 7) f. 133r καὶ φησὶν ὅτι 'τέσσαρά ἐστιν, ὧν ἀνάγκη τὸν τόπον ἐν τι εἶναι'· ἡ γὰρ τὸ εἰ-