Ancient Greek
273.2
Epicurus, Deperditorum Librorum Reliquiae 273.2
Unproofread scanNot analysed yet
THEMISTIVS paraphr. Arist. phys. Δ 4 (p. 214ᵇ 14) f. 38ᵃ Ald. p. 268, 23 Speng. λείπεται τοίνυν ἡμῖν, ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστιν, ἀποδειξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδου. παλαιὰ μὲν οὖν ἡ δόξα καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσῆκονσα, ἠκολούθησεν δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὑστερον, εἰσποιεῦσι δὲ τινες καὶ τὸν Πλάτωνα τῷ δόγματι. ἥρτηται δὲ ἐκ πιθανῆς μὲν αἰτίας, ψευδοῦς δὲ ἱκανῶς. ἐπειδή γὰρ εἰς ἐπίνοιαν ἤλθομεν ὅλως τοῦ τόπου ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων καὶ τοῦ γίνεσθαι συνεχῶς ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ τόπῳ, διὰ τοῦτο αὐτοῖς ὁ τόπος ἔδοξεν εἶναι τὸ διάστημα τὸ μεταξὺ, ὁ ταῦτό μένον ὑπελάμβανον ὑποδέχεσθαι τὰ ἀντιμεθιστάμενα σώματα κεχωρισμένον ἑκάστου τούτων τῶν εἰσιόντων σωμάτων. ἐνήγε δὲ αὐτοὺς εἰς ταύτην μάλιστα τὴν ὑπόνοιαν τὰ ἄγγεια· ἐπειδή γὰρ τῆς ἐπιφανείας ἐν τῷ κεραμίῳ τῆς κοίλης μενούσης τῆς αὐτῆς καὶ περιγεγραμμένης ἰδίαις πέρασιν ποτὲ μὲν ὕδωρ ἐγίνεται, ποτὲ δὲ ἀήρ ἐν τῷ σκεύει, διὰ τοῦτο εἶναι τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας διάστημα ὑπενόησαν, ὁ ταῦτό μένον καὶ τῶν σωμάτων κεχωρισμένον, ὥσπερ καὶ ἡ ἐπιφάνεια τοῦ ἀγγείου, δέχεσθαι ἂν μέρος τὰ σώματα. ἀλλ’ οὐκ ἔστι τοῦτο ὑγιές. εἰ μὲν οἷόν τε ἦν κενὸν σώματος γενέσθαι ποτὲ τὸ ἄγγειον, ἴσως ἂν ἐφωράθη καθ’ αὑτὸ τὸ λεγόμενον τοῦτο διάστημα· νῦν δὲ ἅμα