Ancient Greek
273.1
Epicurus, Deperditorum Librorum Reliquiae 273.1
Unproofread scanNot analysed yet
δος τοῦ ἐν τόπῳ ἢ τὴν ὕλην αὐτοῦ ἢ τὸ διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος τὸν τόπον ἀνάγκη εἶναι (δ τινὲς καὶ τῶν πρότερων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστερον ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωικοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν) ἢ τὰ ἔσχατα τοῦ περιέχοντος. εἰ οὖν μηδὲν τῶν τριῶν ἐστιν, ὡς δεῖξει, ἀνάγκη τὸ λειπόμενον εἶναι τὸν τόπον. τὸ δὲ διάστημα τοῦτο οἱ μὲν περὶ Δημόκριτον καὶ Ἐπίκουρον κενὸν εἶναι λέγουσιν οὕτως ὥστε ποτὲ μὲν πληροῦσθαι σώματος, ποτὲ δὲ κενὸν ἀπολείπεσθαι· οἱ δὲ Πλατωνικοὶ καὶ οἱ Στωικοὶ εἶναι μὲν ἄλλο παρὰ τὰ σώματα φασίν, ἀεὶ δὲ σῶμα ἔχειν, ὡς μηδέποτε κενὸν ἀπολείπεσθαι.