Ancient Greek
277.1
Epicurus, Deperditorum Librorum Reliquiae 277.1
Unproofread scanNot analysed yet
A, ὁμοίως δὲ καὶ ἐν τῷ B, ὁμοίως δὲ καὶ ἐν τῷ Γ. ἀλλὰ καὶ κεῖται κινεῖσθαι ἐπὶ τῆς συγκεκριμένης ἐκ τῶν ABΓ, ὥστε κατὰ πᾶν μέρος ἡρεμοῦν τῆς ABΓ πᾶσαν οὐδὲν ἧττον διήξει. ὅλως δὲ εἰ μὲν ἐφ’ ἑκάστου τῶν ἀμερῶν κίνησις ὑπάρξει τῷ Ω, πῶς ἔχον κίνησιν οὐ κινησεῖται; εἰ δ’ οὐχ ὑπάρξει κίνησις ἀλλ’ ἡρεμία, ἐξ ἡρεμίας ἡ κίνησις συντεθήσεται.