Ancient Greek
277.2
Epicurus, Deperditorum Librorum Reliquiae 277.2
Unproofread scanNot analysed yet
SIMPLICIVS in eundem locum f. 218ᵃ 3 ἐπάγει δὲ καὶ ἄλλο ἄτοπον ἀκολουθοῦν ταύτῃ τῇ ὑποθέσει, τὸ κεκινῆσθαι τι μὴ πρότερον κινούμενον, οἷον βεβαδिकέναι τι μὴ πρότερον βαδίσαν. κεῖται μὲν γὰρ κινεῖσθαι τὸ Ω τὴν ΔΕΖ κίνησιν ἐπὶ τοῦ ABΓ μεγέθους· οὔτε δὲ ἐπὶ τοῦ A κινεῖται, κεκίνηται γὰρ ἐπ’ αὐτοῦ, οὔτε ἐπὶ τοῦ B, ὁμοίως δὲ οὔδ’ ἐπὶ τοῦ Γ· τὴν ὅλην ἄρα κίνησιν κεκινημένον ἔσται μὴ κινούμενον αὐτὴν πρότερον. ὅτι δὲ οὐ πάντη ἀπίθανον ταύτην τέθεικε τὴν ἕστασιν, δηλοῖ τὸ καὶ θέντος αὐτὴν καὶ διαλύσαντος τοὺς περὶ Ἐπίκουρον ὅμως ὑστερὸν γενομένους οὕτω λέγειν τὴν κίνησιν γίνεσθαι. ἐξ ἀμερῶν γὰρ καὶ τὴν κίνησιν καὶ τὸ μέγεθος καὶ τὸν χρόνον εἶναι λέγοντες ἐπὶ μὲν τοῦ ὅλου μεγέθους τοῦ ἐξ ἀμερῶν συνεστῶτος κινεῖσθαι λέγουσι τὸ κινούμενον, καθ’ ἕκαστον δὲ τῶν ἐν αὐτῷ ἀμερῶν οὐ κινεῖσθαι ἀλλὰ κεκινήσθαι, διὰ τὸ εἰ τεθεῖ καὶ ἐπὶ τούτων κινεῖσθαι τὸ ἐπὶ τοῦ ὅλου κινούμενον, διαιρετὰ αὐτὰ ἔσεσθαι.