Ancient Greek
285.1
Epicurus, Deperditorum Librorum Reliquiae 285.1
Unproofread scanNot analysed yet
Bas. καὶ πρὸς Δημόκριτον δὲ καὶ Ἐπίκουρον δικαιολογεῖται, τί δήποτε τινὰς μὲν διαφορὰς περὶ τὰς ἀτόμους ἀπολείπουσιν, οἷον σχημάτων βάρος ναυστότητος σωματότητος περάτων μεγέθους κινήσεως, οὔτε δὲ χρόνῳ οὔτε γλυκύτητα οὔτε ζωὴν ἔχειν οὔτε τῶν ἄλλων τῶν τοιούτων λόγους προύφεστηκέναι ἀποφαίνονται· κοινὸν γὰρ ὄντος τοῦ περὶ τῶν ἐκτῶν λόγου ἄτοπον μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διατάττεσθαι, καὶ ἔτι ἀτοπώτερον τὰς ἀρχηγικωτάτας δυνάμεις ὑστερογενεῖς ποιεῖν, ὥσπερ ζωὴν καὶ νοῦν καὶ φύσιν καὶ λόγον καὶ τὰ τοιαῦτα. παραπλησίως δὲ ἀδύνατον καὶ ἀπὸ τοῦ συνόδου ταῦτα ἀποτελεῖσθαι· νόμῳ γὰρ ἐστὶ χροῖῃ κατὰ τὸν Δημόκριτον, καὶ τὰ ἄλλα ὁμοίως, τῇ ἀληθείᾳ [ἐστι] δὲ ἄτομα καὶ κενόν. ὁ δὲ ἅπαξ τὰ ὄντα ἀνελὼν οὐδὲν ἔξει τίθεσθαι, καὶ ὁ παραδεξάμενος τὸ ἀνάτιον οὐδαμοῦ στήσεται. τί γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἐναντία προτιμήσει ἀπ’ οὐδεμίας ὡρισμένης αἰτίας ὁρῶμενος; βέλτιον οὖν εἰς ἐκείνην ἐλθεῖν τὴν ὑπόθεσιν, ἢ τις ἀπὸ τοῦ ἔχεσθαι παράγει τὰ ἐκτά, ὥσπερ οἱ Ἀκαδημαῖκοι ὡρίσαντο ἐκτὸν τὸ οἷόν τε ἔχεσθαι αὐτὸ ἀποδόντες, οὐκ ἀπὸ τῆς ἐτυμολογίας αὐτοῦ παραλαβόντες τὸν λόγον.