Ancient Greek
285.2
Epicurus, Deperditorum Librorum Reliquiae 285.2
Unproofread scanNot analysed yet
idem ibid. 14 (p. 15ᵃ 30) qu. Φ f. 3r ed. Ven. f. 109ᵃ Bas. p. 92ᵃ 10 Brand. καὶ οἱ περὶ Δημόκριτον δὲ καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον τὰς ἀτόμους ἁπαθεῖς καὶ ἀποιους ὑποτιθέμενοι τῶν ἄλλων ποιοτήτων παρὰ τὰ σχήματα καὶ τὴν ποιὰν αὐτῶν σύνθεσιν ἐπιγίνεσθαι λέγουσι τὰς ἄλλας ποιότητας τὰς τε ἀπλὰς, οἷον θερμότητος καὶ λειότητος, καὶ τὰς κατὰ χρώματα καὶ τοὺς χυμοὺς. εἰ δὲ ἐν τῇ ποιᾷ συνθέσει τῶν ἀτόμων ταῦτα, καὶ ἡ ἀλλοίωσις αὕτη κατ’ αὐτοὺς ἂν εἴη μεταβολή, ἡ δὲ ποία σύνθεσις αὐτῶν καὶ μεταθέσεις καὶ τάξεις οὐκ ἀλλοχόθεν ἢ ἐκ τῆς φοράς καὶ τῆς τοπικῆς κινήσεως ἐστίν· ὥστε ἡ ἀλλοίωσις τῇ φορᾷ ἡ αὕτη ἡ παρακολουθοῦσα ταύτῃ καὶ ταύτης τι.