Ancient Greek
289.1
Epicurus, Deperditorum Librorum Reliquiae 289.1
Unproofread scanNot analysed yet
βάρη τηλικάυτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν μυριοστόν ἐστι μέρος τῶν ἐν τῷ ἀέρι φερομένων ψηγμάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστρώδες, ᾧ περιπλέκεται πρὸς ἀλλήλα; πάντως γὰρ δὴ που τοῦτο σμικρότατόν ἐστιν ὅλου τοῦ ψήγματος. εἶτα μικρὸν μικρῷ, κινούμενον κινουμένῳ περιπλακὲν οὐκ εὐθὺς ἀποπάλλεται; καὶ γὰρ δὴ καὶ ἄλλ’ ἃττα πάντως αὐτοῖς τὰ μὲν κάτωθεν τὰ δ’ ἄνωθεν καὶ τὰ μὲν ἔμπροσθεν τὰ δ’ ὀπίσθεν, τὰ δ’ ἐκ τῶν δεξιῶν τὰ δ’ ἐκ τῶν ἀριστερῶν ἐκρηγνύμενα σείει τε καὶ ταράττει καὶ μένειν οὐκ ἔα. καὶ μέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν μικρῶν σωμάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι’ ἑνὸς μὲν γὰρ ἀλλήλοις οὐ συνάπτεται, δι’ ἑτέρου δ’ ἑνός, τοῦ μὲν ὑπερκειμένου τῇ λίθῳ, τοῦ δ’ ὑποκειμένου τῷ σιδήρῳ· εἰ γὰρ ἄνω μὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ σι-