Ancient Greek
289.2
Epicurus, Deperditorum Librorum Reliquiae 289.2
Unproofread scanNot analysed yet
ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν μικρῶν σωμάτων ἔχειν ἄγκιστρα- 10 στρώδη πέρατα. δι’ ἑνὸς μὲν γὰρ ἀλλήλοις οὐ συνάπτεται, δι’ ἑτέρου δ’ ἑνός, τοῦ μὲν ὑπερκειμένου τῇ λίθῳ, τοῦ δ’ ὑποκειμένου τῷ σιδήρῳ· εἰ γὰρ ἄνω μὲν ἐξαφθείῃ τῆς λίθου, κάτω δὲ τῷ σιδήρῳ μὴ συμπλακεῖ, πλέον οὐδέν· ὥστε τοῦ μὲν ὑπερκειμένου τὸ ἄνω μέρος ἐκκρέμασθαι χρῆ τῆς λίθου, τοῦ δ’ ὑποκειμένου τῷ 15 κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ μέμνησό μοι πρὸ πάντων, ὅπως ὄντα σμικρὰ τὰς τοσαύτας τε καὶ τοιαύτας ἀποφύσεις ἔχει· καὶ τούτου μᾶλλον ἔτι δεῖ μεμνησθαι, ὅπως ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ 20 δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅμα μὲν διέρχεσθαι χρῆ τοὺς πόρους ταυτὶ τὰ σμικρὰ καὶ ληρώδη ψήγματα, ἅμα δ’ ἀποπάλλεσθαι τοῦ μετ’ αὐτὸ τεταγμένου, καὶ τοι κατὰ πᾶν ὁμοίου (51) τὴν φύσιν ὑπάρχοντος. οὔδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἀτολμος ἀλλ’ εἰ χρῆ τἀληθὲς εἰπεῖν, μακρῶ τῶν ἔμπροσθεν ἀναίσχυν- 25 τότερα, πέντε σιδηρίων ὁμοίων ἀλλήλοις ἐφεξῆς τεταγμένων διὰ μὲν τοῦ πρώτου διαδύναι ῥαδίως τῆς λίθου τὰ μόρια, κατὰ δὲ τὸ δεύτερον ἀποπάλλεσθαι καὶ μὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἐτοίμως διεξέρχεσθαι. καὶ μὴν ἐκατέρως ἄτοπον· εἰ μὲν ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὡκέως διεξέρχεται; εἰ δ’ οὐκ ἀποπάλ- 30