Ancient Greek
372.23 to 373.4
Epicurus, Deperditorum Librorum Reliquiae 372.23-373.4
Unproofread scanNot analysed yet
ψυχῆς οἴεται ἐπὶ πρωτοπαθοῦσῃ τῇ σαρκὶ γενέσθαι. LAERTIVS Diog. ii 89 οὐ πάσας μέντοι τὰς ψυχικὰς ἡδονὰς καὶ ἀληθόνας (λέγουσιν οἱ Κυρηναῖοι) ἐπὶ σωματικαῖς ἡδοναῖς καὶ ἀληθοῦσι γίνεσθαι· καὶ γὰρ ἐπὶ ψιλῇ τῇ τῆς πατρίδος εὐημερίᾳ ἢ περ τῇ ἰδίᾳ χαρᾶν ἐγγίνεσθαι. 452 LAERTIVS Diog. x 137 ἐπὶ πρὸς τοὺς Κυρηναίους· οἱ μὲν γὰρ χείρους τὰς σωματικὰς ἀληθόνας τῶν ψυχικῶν, κολάζεσθαι γοῦν τοὺς ἀμαρτάνοντας σώματι· ὁ δὲ τὰς ψυχικάς· τὴν γοῦν σάρκα τὸ παρὸν μόνον χειμάζειν, τὴν δὲ ψυχὴν καὶ τὸ παρελθὸν καὶ τὸ παρὸν καὶ τὸ μέλλον· οὕτως οὖν καὶ μείζονας ἡδονὰς εἶναι τῆς ψυχῆς. idem II 90 πολὺ μέντοι τῶν ψυχικῶν (ἡδονῶν λέγουσιν οἱ Κυρηναῖοι) τὰς σωματικὰς ἀμείνους εἶναι, καὶ τὰς ὀχλήσεις χείρους τὰς σωματικάς· ὅθεν καὶ ταύταις κολάζεσθαι μᾶλλον τοὺς ἀμαρτάνοντας. 453 LAERTIVS Diog. II 89 ἀλλὰ μὴν οὐδὲ κατὰ μνήμην τῶν ἀγαθῶν ἢ προσδοκίαν ἡδονὴν φασιν (οἱ Κυρηναῖοι) ἀποτελεῖσθαι, ὁ περ ἤρεσκεν Ἐπικούρῳ. ἐκλύεσθαι γὰρ τῷ χρόνῳ τὸ τῆς ψυχῆς κίνημα.