Ancient Greek
374.1
Epicurus, Deperditorum Librorum Reliquiae 374.1
Unproofread scanNot analysed yet
SCHOLION in Arist. eth. Nicom. III 13 (p. 1118b 8) f. 48v Ald. 'Ἐπίκουρος καὶ οἱ ἀπ' αὐτοῦ οὕτω διαιροῦσι· τῶν ἐπιθυμιῶν αἱ μὲν τινες ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαὶ ἀλλὰ κατὰ κενὴν γινόμεναι δόξαν. ἡ μὲν οὖν τῆς τροφῆς ἐπιθυμία καὶ τῆς ἐσθῆτος ἀναγκαία· ἡ δὲ τῶν ἀφροδισίων φυσικὴ μὲν οὐκ ἀναγκαία δέ· ἡ δὲ τῶν τοιούτων σιτίων ἢ τοιαύδε ἐσθῆτος ἢ τοιούτων ἀφροδισίων οὔτε φυσικὴ οὔτε ἀναγκαία.