Ancient Greek
378.2
Epicurus, Deperditorum Librorum Reliquiae 378.2
Unproofread scanNot analysed yet
PORPHYRIVS de abstín. I 53 καθόλου δὲ ὀρθῶς ὁ Ἐπίκουρος ἐφασκεν εὐλαβητέον εἶναι τροφήν, ἣν ἀπολαύσαι μὲν ποθοῦμεν 15 καὶ διώκομεν, συντελεσθείσαν δ’ ἐν ἀχαρίστῳ τίθεμεν. τοιαύτη δὲ πᾶσα ἡ δαψιλὴς καὶ παχεῖα. καὶ τοῦτο πᾶσχουσιν οἱ περὶ ταύτην ἐπτοημένοι, ἢ ἀναλώμασιν ἢ νόσοις ἢ πλημονῇ ἢ ἀσχολίαις περι- (54) πίπτοντες. διὸ καὶ ἐπὶ τῶν λιτῶν φυλακτέον τὸ πλήμιον, καὶ πανταχοῦ σκεπτέον, τί διὰ τῆς ἀπολαύσεως ἢ κτήσεως γίνεται 20 καὶ πηλικὸν ἔχει μέγεθος καὶ τίνος ὀχληροῦ λυτικόν, σαρκὸς ἢ ψυχῆς, μὴ διὰ χάριν ἢ περὶ ἑκάστου ἐντασις γίγνηται, ὥσπερ ὁ τῶν πολλῶν> βίος κεκύπται. ἀοριστεῖν γὰρ οὐδαμοῦ δεῖ, ἀλλ’ ἔχεσθαι ὅρου· καὶ μέτρου τοῦ ἐν τοῖς τοιούτοις.