Ancient Greek
377.18
Epicurus, Deperditorum Librorum Reliquiae 377.18
Unproofread scanNot analysed yet
ἡδονὴν συνεπαύσει· πέρας γὰρ ἔχει καὶ αὕτη ἅμα τῇ τῆς ἀλη- δόνας ὑπεξαιρέσει. PORPHYRIVS de abstín. I 51 sq. ὡς τό γε τῆς σαρκοφαγίας οὐτ’ ἐλυέν τι ὀχληρόν τῆς φύσεως οὔθ’ ὁ μὴ συντελούμενον ἐπ’ ἀλγηδόνα ἠνύετο, τὴν δὲ χάριν βίαιαν εἶχε καὶ ταχὺ τῷ ἐναντίῳ μιγνυμένην. οὐ γὰρ πρὸς ζωῆς συμφωνίαν, πρὸς δὲ ποικιλίαν ἡδοσ νῶν συνεβάλλετο, ἐοικὸς ἀφροδισίοις ἢ ξενικῶν οἴνων πόσεσιν, ὧν καὶ χωρὶς διαμένειν δύναται ἡ φύσις. ὧν δὲ χωρὶς οὐκ ἂν ὑπομείνειεν, βραχέα παντάπασίν ἐστι καὶ δυνάμενα ῥάδιως καὶ μετὰ δικαιοσύνης καὶ ἐλευθερίας, ἡσυχίας τε καὶ πολλῆς ῥαστώνης πορίζεσθαι. ἐπὶ δὲ οὐδὲ πρὸς ὑγείαν τὰ κρέα συντελεῖ, ἀλλὰ μᾶλλον 10 τῇ ὑγείᾳ ἐμποδίζει. δι’ ὧν γὰρ ὑγεία ἀνακτᾶται, διὰ τούτων καὶ διαμένει· ἀνακτᾶται δὲ διὰ τῆς λιτοτάτης καὶ ἀσάρκου διαίτης, ὥστε καὶ ταύτῃ ἂν συμμείνειεν.