Ancient Greek
422.3
Epicurus, Deperditorum Librorum Reliquiae 422.3
Unproofread scanNot analysed yet
21 cf. Plut. contra Epic. beatit. 12 p. 1095ᵃ οὐ γὰρ ἂν ἐπήλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς ἐκείνας καὶ νωθὰς ψυλαφίσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. ἀλλ’ οἶμαι τοιούτων ἐφοδίων μὴ φροντίσαντες . . . . ἤδεσθαι πάντως ἐθελόντες, τοῦ δὲ σώματος ἀπαγορεύοντος αἰσχρὰ καὶ ἄωρα πράττειν ὁμολογοῦσι, τῶν τε προτέρων ἡδονῶν ἀναμιμνήσκοντες ἑαυτοὺς καὶ χρῶμενοι ταῖς παλαιαῖς ἀπορίᾳ προσφάτων ὡσπερ τεταριχευμέναις καὶ νεκρὰς ἄλλας πάλιν καὶ τεθνηκυίας οἷον ἐν τέφρᾳ ψυχρᾷ τῇ σαρκὶ κινοῦντες παρὰ φύσιν καὶ ἀναζωπυροῦντες, ὥστε δὴ μηδὲν οἰκεῖον ἤδὺ μηδὲ χαρᾶς ἀξίων ἔχοντες ἐν τῇ ψυχῇ παρεσκευασμένον.