Ancient Greek
422.4
Epicurus, Deperditorum Librorum Reliquiae 422.4
Unproofread scanNot analysed yet
55 p. 114, 19 add. IX 50 [ὡς Ἐπὶ]κουρος ἐν τῷ Περὶ [ῥητορικῆς?] γέγραφεν IX 116 Ἐπικούρον. cf. Philo de plantatione Noe 35 p. 350 Mang. ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως, προτείνεται δὲ οὕτως· Εἰ μεθυσθήσεται ὁ σοφός; ἔστι τοίνυν τὸ μεθεῖν διττόν, ἐν μὲν ἴσον τῷ οἰνοῦσθαι, ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ· τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρῆσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιητικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθούντος. οἱ δὲ τὸ μὲν οἰνοῦσθαι καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον· τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἰκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τῇ ψυχῇ νεωτερισμὸν αὐτῶν καθελείν, δύναμιν δὲ περιβεβλησθαι φρόνησιν παθῶν σβεστήριον κτλ.