Ancient Greek
432.1 to 432.14
Epicurus, Deperditorum Librorum Reliquiae 432.1-14
Unproofread scanNot analysed yet
περὶ Ἐπίκουρον καὶ Δημόκριτον φυσικούς τοιαύτη τις ἀναφέρεσθαι τοῦ χρόνου νόησις Χρόνος ἐστὶν ἡμεροειδὲς καὶ νυκτοειδὲς φάντασμα, καθ’ ἣν πάλιν ἀπορὸς ἐστὶν ἡ τοῦ χρόνου φύσις. Diels. εἶναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα καὶ τῇ μὲν πλείους, τῇ δὲ ἐλάττους. τὸν κόσμον ἀνακοπτόμενον ὑπὸ τοῦ ἀέρος τοῦ ἐν τοῖς μετακο- σμίοις. μετακόσμια δὲ ἐστὶ τὰ μεταξὺ τῶν κόσμων διαστήματα. Wachsm. Τινὲς εἰς τὰς τῶν τεσσάρων στοιχείων ἀρχὰς τὴν οὐσίαν τῆς ψυχῆς ἐπαναφέρουσιν. εἶναι μὲν γὰρ τὰ πρῶτα σώματα ἄτο- μα, πρὸ τῶν τεσσάρων στοιχείων στοιχειωδέστερα· εἰλικρινῆ δ’ ὄντα καὶ πεπληρωμένα πάντη καθαρὰς πρώτης οὐσίας μὴ δέχεσθαι μηδ’ ὁπωστιοῦν εἰς αὐτὰ διαίρεσιν. ταῦτα τοίνυν ἄπειρα ἔχειν σχή- ματα, ἐν δὲ αὐτῶν εἶναι τὸ σφαιροειδὲς, ἀπὸ δὴ τῶν σφαιροειδῶν ἀτόμων εἶναι τὴν ψυχήν. τῶν φαινομένων προσπίπτειν τοῖς ὀφθαλμοῖς.