Ancient Greek
433.1
Epicurus, Deperditorum Librorum Reliquiae 433.1
Unproofread scanNot analysed yet
346a* DIODORVS SIC. xvii 7, 4 ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει γίνεσθαι περὶ τοῦτο τὸ ὄρος (Ἰδὴν τῆς Τρωάδος). κατὰ γὰρ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἐπ’ ἄκρας τῆς κορυφῆς διὰ τὴν νηνεμίαν τοῦ περιέχοντος ἀέρος ὑπερπετὴ γίνεσθαι τὴν ἄκραν τῆς τῶν ἀνέμων πνοῆς, ὁρᾶσθαι δὲ τὸν ἥλιον ἐπὶ νυκτὸς οὔσης ἀνατέλλοντα, τὰς δ’ ἀκτῖνας οὐκ ἐν κυκλωτερῇ σχήματι πέμποντα, ἀλλὰ τὴν φλόγα κατὰ πολλοὺς τόπους ἔχοντα διεσπαρμένην, ὥστε δοκεῖν πυρὰ πλεῖω θιγγάνειν τοῦ τῆς γῆς ὁρίζοντος· μετ’ ὀλίγον δὲ συνάγεται ταῦτα πρὸς ἓν μέγεθος, ἕως ἂν γένηται τριπλεθρον διάστημα· καὶ τότε ἤδη τῆς ἡμέρας ἐπιλαβούσης τὸ φαινόμενον τοῦ ἡλίου μέγεθος πληρωθὲν τὴν τῆς ἡμέρας διάθεσιν κατασκευάζει.