Ancient Greek
433.2
Epicurus, Deperditorum Librorum Reliquiae 433.2
Unproofread scanNot analysed yet
346b CLEOMEDES II 1 p. 107 sqq. Bak. καίτοι πρὸς ἀπασὶ τοῖς εἰρημένοις ἀποπυτάτοις οὐσὶν ἐτὶ καὶ τὰ ἄστρα ἀπεφήνατο |ἀνατέλλοντα μὲν ἐξάπτεσθαι, δυόμενα δὲ σβέννυσθαι· ὁ περ ὁμοιότατόν ἐστιν ὡς εἴ τις ὁρωμένους μὲν τοὺς ἀνθρώπους εἶναι λέγοι, μὴ ὁρωμένους δὲ ἀποθνῄσκειν καὶ ἐπὶ τῶν ἄλλων, ὅποσα ἐστὶν ὁρατά, τὸν ὁμοῖον λόγον ποιοῖτο. οὕτω δὲ ἄρα συνετὸς καὶ δαιμόνιος ὁ ἀνὴρ ἐστίν, ὡστ’ οὐδ’ ἐκεῖνο ἐπηὶ αὐτῷ, ὅτι τῆς γῆς σφαιρικῷ τῷ σχήματι κεχρημένης ἄλλοτε παρ’ ἄλλοις ἕκαστα αὐτῶν καὶ δύεται καὶ ἀνατέλλει, καὶ τούτου ἕνεκα δεήσει ἅμα καὶ σβέννυσθαι αὐτὰ καὶ ἐξάπτεσθαι καὶ κατὰ πάσας τὰς τῶν ὁριζόντων μεταπτώσεις ἐν παραπλησίαις ἀναλογίαις γίνεσθαι ἀπλέτους φορὰς φθειρομένων τε καὶ πάλιν ἐξαπτομένων . . . . . ὧν οὐδ’ ἂν ἐπινοηθείη μόνον ἀνοητότερα καὶ πᾶσαν ἰδέαν καὶ ἄμαθίας καὶ προπετείας ἐμφανίζοντα· οὓς γε οὐδ’ οἱ τῆς σελήνης φωτισμοὶ φανερώτατοι ὄντες ἔπεχουσι τοῦ μὴ οὕτω καταγέλαστα ἀποφαίνεσθαι . . . . ἀλλὰ γὰρ μυθαρῖω γραώδει πιστεύσας ὡς τῶν Ἰβήρων ἱστορούντων ἐμπίπτοντα τὸν ἥλιον τῷ ὠκεανῷ ψόφον ἐμποιεῖν |σβεννύμενον ὡς διάπυρον σίδηρον ἐν ὕδατι, ἐπὶ ταύτῃ ἤλθε τὴν δόξαν ὁ μόνος καὶ πρῶτος ἀνθρώπων τὴν ἀλή-