Ancient Greek
440.1
Epicurus, Deperditorum Librorum Reliquiae 440.1
Unproofread scanNot analysed yet
μυν καὶ Ἀριστίππου περὶ τῆς ἡδονῆς ὡς ἴδια λέγειν. μὴ εἶναι τε 5 γνησίως ἀστόν, ὡς Τιμοκράτης φησὶ καὶ Ἠρόδοτος ἐν τῷ Περὶ Ἐπικούρου ἐφηβείας. Μίθρην τε αἰσχρῶς κολακεύειν τὸν Λυσιμάχον διοικητήν, ἐν ταῖς ἐπιστολαῖς Παϊάνα καὶ ἄνακτα καλῶντα. ἀλλὰ καὶ Ἰδομενέα καὶ Ἠρόδοτον καὶ Τιμοκράτην τοὺς ἐκπυστα αὐτοῦ τὰ κρύφια ποιήσαντας ἐγκωμιάζειν καὶ κολακεύειν αὐτὸ τοῦτο. ἐν τε ταῖς ἐπιστολαῖς πρὸς μὲν Λεόντιον Παϊάν 10 ἄναξ, φίλον Λεοντάριον, οἷου κροτοθορύβου ἡμᾶς ἐνέπλησας ἀναγνόντας σου τὸ ἐπιστόλιον· πρὸς δὲ Θεμίσταν τὴν Λεοντέως γυναῖκα Οἷός τε φησὶν εἰμί, ἐὰν μὴ ὑμεῖς πρὸς με ἀφίκησθε, αὐτὸς τρικύλιστος, ὅπου ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε, ὠθεῖσθαι. πρὸς δὲ Πυδοκλέα ὡραῖον ὄντα Καθεδοῦμαι φησὶ προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον. καὶ πάλιν πρὸς Θεμίσταν γράφων νομίζει αὐτὴν 15 παραίνειν, καθά φησι Θεόδωρος ἐν τῷ τετάρτῳ τῶν Πρὸς Ἐπίκουρον. καὶ ἄλλαις δὲ πολλαῖς ἐταίραις γράφειν, καὶ μάλιστα Λεοντίῳ, ἧς καὶ Μητρόδωρον ἐρασθῆναι. ἐν τε τῷ Περὶ τέλους γράφειν οὕτως Οὐ γὰρ ἔγωγε ἔχω τί νοήσω τἀγαθόν, ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι᾿ 20 ἀφροδισίων καὶ τὰς δι᾿ ἀκροαμάτων καὶ τὰς διὰ μορ-