Ancient Greek
441.1
Epicurus, Deperditorum Librorum Reliquiae 441.1
Unproofread scanNot analysed yet
φησ. ἐν τε τῇ πρὸς Πυθοκλέα ἐπιστολῇ γράφειν Παιδείαν δὲ πᾶσαν, μακάριε, φεῦγε τάκατιον ἀράμενος. Ἐπίκτητός τε κιναϊολόγον αὐτὸν καλεῖ καὶ τὰ μάλιστα λοιδορεῖ. καὶ μὴν καὶ Τιμοκράτης ἐν τοῖς ἐπιγραφομένοις Εὐφραντοῖς ὁ Μητροδώρου μὲν ἀδελφός, μαθητὴς δὲ αὐτοῦ τῆς σχολῆς ἐκποιήσας φησὶ δις αὐτὸν τῆς ἡμέρας ἔμειν ἀπὸ τρυφῆς, ἑαυτὸν τε διηγέται μόγις ἐκφυγεῖν ἰσχύσαι τὰς νυκτερινὰς ἐκείνας φιλοσοφίας καὶ τὴν μυστικὴν ἐκείνην συνδιαγωγήν· τὸν τε Ἐπίκουρον πολλὰ κατὰ τὸν λόγον 7 ἠγνοηκέναι καὶ πολὺ μᾶλλον κατὰ τὸν βίον, τὸ τε σῶμα ἐλεεινῶς 10 διακεῖσθαι, ὡς πολλῶν ἐτῶν μὴ δύνασθαι ἀπὸ τοῦ φορείου διαναστῆναι· μνᾶν τε ἀναλίσκειν ἡμερῃσίαν εἰς τὴν τράπεζαν, ὡς αὐτὸς ἐν τῇ πρὸς Λεόντιον ἐπιστολῇ γράφει καὶ ἐν ταῖς πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους. συνεῖναι τε αὐτῷ τε καὶ Μητροδώρῳ ἐταίρας καὶ ἄλλας, Μαμμάριον καὶ Ἥδειαν καὶ Ἑρῶτιον καὶ Νικίδιον. 15 καὶ ἐν ταῖς ἑπτὰ καὶ τριάκοντα βίβλοις ταῖς Περὶ φύσεως τὰ πλείστα ταῦτά λέγειν καὶ ἀντιγράφειν ἐν αὐταῖς ἄλλοις τε καὶ Ναυ-