Ancient Greek
451.2
Epicurus, Deperditorum Librorum Reliquiae 451.2
Unproofread scanNot analysed yet
τὴν δὲ πρόληψιν λέγουσιν οἰονεὶ κατάληψιν ἢ δόξαν ὀρθὴν 33 ἢ ἔννοιαν ἢ καθολικὴν νόησιν ἐναποκειμένην, τοῦτέστι μνήμην τοῦ πολλάκις ἐξωθεν φανέντος, οἷον τὸ Τοιούτὸν ἐστὶν ἄνθρωπος· ἅμα γὰρ τῷ ῥηθῆναι ἄνθρωπος εὐθὺς κατὰ πρόληψιν καὶ ὁ τύπος 10 αὐτοῦ νοεῖται προηγουμένων τῶν αἰσθήσεων. παντὶ οὖν ὀνόματι τὸ πρῶτως ὑποτεταγμένον ἐναργὲς ἐστί. καὶ οὐκ ἂν ἐζητήσαμεν τὸ ζητούμενον, εἰ μὴ πρότερον ἐγνώκειμεν αὐτό· οἷον Τὸ πόρρω ἐστὼς ἵππος ἐστὶν ἢ βοῦς· δεῖ γὰρ κατὰ πρόληψιν ἐγνωκέναι ποτὲ ἵππου καὶ βοὸς μορφήν. οὐδ’ ἂν ὀνομάσαμεν τι μὴ πρότερον αὐ- 15 τοῦ κατὰ πρόληψιν τὸν τύπον μαθόντες. ἐναργεῖς οὖν εἰσὶν αἱ πρόληψεις.