Ancient Greek
451.3
Epicurus, Deperditorum Librorum Reliquiae 451.3
Unproofread scanNot analysed yet
καὶ τὸ δοξαστὸν ἀπὸ προτέρου τινὸς ἐναργοῦς ἥρτηται, ἐφ’ ὃ ἀναφέροντες λέγομεν· οἷον Πόθεν ἴσμεν εἰ τοῦτό ἐστιν ἄνθρωπος; τὴν δὲ δόξαν καὶ ὑπόληψιν λέγουσιν, ἀληθῆ τέ φασι καὶ 34 20 ψευδῆ· ἂν μὲν γὰρ ἐπιμαρτυρῆται ἢ μὴ ἀντιμαρτυρῆται, ἀληθὴ εἶναι· ἐὰν δὲ μὴ ἐπιμαρτυρῆται ἢ ἀντιμαρτυρῆται, ψευδὴ τυγχάνειν. ὧθεν προσμένον εἰσῆλθεν· οἷον τὸ προσμεῖναι καὶ ἐγγὺς γενέσθαι τῷ πύργῳ καὶ μαθεῖν ὁποῖος ἐγγὺς φαίνεται.