Ancient Greek
452.2
Epicurus, Deperditorum Librorum Reliquiae 452.2
Unproofread scanNot analysed yet
Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος, Γαργηττίος τῶν δήμων, μητρὸς Χαϊρεστράτης· ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆς Χαϊρέδημος Ἀριστόβουλος ἢ Ἀριστόδημος. φιλοσοφίας δὲ ἥρετο ἀπὸ ἐνιαυτῶν 10 ἰβ, καὶ οἰκεῖαν αἵρεσιν εἰσήγησατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψας σὺν τοῖς γονεύσιν, εἶτα σχολαρχήσας ἐν Μυτιλήνῃ ἐνιαυτῶν ὧν λβ, εἴτ’ ἐν Λαμψάκῳ καὶ οὕτως ἐν Ἀθήναις ἐν ἰδίῳ κήπῳ, ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκriteίου καὶ Παιμφίλου τοῦ Πλάτωνος μαθητοῦ. γέγονε δὲ ἐπὶ τῆς ρθ Ὀλυμπιάδος μετὰ ἑπτὰ ἐνιαυτούς τῆς Πλάτωνος τελευτῆς, καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατά. καὶ διέμεινεν ἡ αὐτοῦ σχολὴ ἕως Καίσαρος τοῦ πρώτου ἔτη σκζ, ἐν οἷς διάδοχοι αὐτῆς ἐγένοντο ἰδ. συγγράμματα δὲ αὐτοῦ πλείστα.