Ancient Greek
452.1
Epicurus, Deperditorum Librorum Reliquiae 452.1
Unproofread scanNot analysed yet
Πάθη δὲ λέγουσιν εἶναι δύο, ἡδονὴν καὶ ἀλγηδόνα, ἰστάμενα περὶ πᾶν ζῷον, καὶ τὴν μὲν οἰκεῖον, τὴν δὲ ἀλλότριον· δι’ ὧν κρίνεσθαι τὰς αἱρέσεις καὶ φυγάς. τῶν τε ζητήσεων εἶναι τὰς μὲν περὶ τῶν πραγμάτων, τὰς δὲ περὶ ψιλὴν τὴν φωνήν. καὶ ταῦτα δὲ περὶ τῆς διαιρέσεως καὶ τοῦ κριτηρίου στοιχειωδῶς. Ἀνιτέον δὲ ἐπὶ τὴν ἐπιστολήν.