Ancient Greek · ~2 min
Section 134
Epicurus, Epistula Tertia ad Menoeceum 134
Not analysed yet
ἐπεὶ κρεῖττον ἦν τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν· ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς, ἣ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην —τὴν δὲ τύχην οὔτε θεὸν ὡς οἱ πολλοὶ νομίζουσιν ὑπολαμβάνων —οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται ἀβέβαιον οὔτε αἰτίαν —〈οὐκ〉 οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι, ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι —