Ancient Greek · ~2 min
Section 135
Epicurus, Epistula Tertia ad Menoeceum 135
Not analysed yet
κρεῖττον εἶναι νομίζων εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν —βέλτιον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν 〈μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν〉 ὀρθωθῆναι διὰ ταύτην. Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός 〈τε〉 τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθ’ ὕπαρ οὔτ’ ὄναρ διαταραχθήσῃ, ζήσῃ δὲ ὡς θεὸς ἐν ἀνθρώποις. οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς.