Ancient Greek · ~2 min
Column 35
Epicurus, P.Herc. 1148 35-2
Not analysed yet
πῶς ἄν τις ὕδωρ ἢ ἀέρα διανοηθείηι ἢ πῦρ, επεὶ οὐδ' ἂν γῆν στερεὰν καὶ ἀδιάλυτον διανοηθείηι τις, μὴ ὅτι ταῦτα ἀποφαινόμενοι τέμνουσιν; εἰ γὰρ μὴ στερεὸν ἕκαστον τούτων νοηθήσεται, πολλὰς καὶ παντοίας κατὰ τὰς τομὰς φαντασίας παρασκευᾶι σχημάτων, καὶ οὐ τρίγωνα οὐδὲ πυραμίδας οὐδὲ κύβους οὐδ' ἀλλ' οὐθὲν ὡρισμένον σχῆμα· οὐ θὲν γὰρ πιθανὸν ἔχοιεν ἂν λέγειν ὡς μᾶλλον τι τὰ ὁρώμενα ταῦτα τὰ τέτταρα εἴδη ἔστι νομίζειν κατὰ τὰς τομὰς λαμβάνειν ἢ παντοδαπά.