Ancient Greek · ~2 min
Column 36
Epicurus, P.Herc. 1148 36-2
Not analysed yet
συγχωρῶμεν δὲ τό γε νῦν τῶι πυρὶ τὴν πυραμίδα ὑπάρχειν καὶ ἄλλα τινὰ ἐκείνων τῶν σχημάτων τοῖς λοιποῖς στοιχείοις κατὰ τὰ φαινόμεν' αὐτῶν εἴδη ταυτεί· ἀλλ' οὐχὶ μόνον, εἰ ἄρα, ἐπὶ τοῦ πυρὸς ἂν τοιαύτη τις φαντασία σχήματος οἵαν ἐκεῖνος ἀποδίδωσίν ποτε δόξαι γίνεσθαι, οὐδ' αὕτη αἰεί, οὐδὲ περὶ πᾶσαν φύσιν πυρός, ἀλλὰ περὶ τὴν αὐτῆς φλογός, καὶ ταύτην ἐμ ποιᾶι τινι τοῦ περιέχοντος καταστάσει· ἐπὶ δ' εἴδη ταυτὶ φερόμενος ἐνίοτε ἔοικεν ἀποδιδοὺς τῶι πυρὶ σχῆμα διάφορον καί, ἢν ἐγ τ