Ancient Greek · ~2 min
Column 41
Epicurus, P.Herc. 1148 41-2
Not analysed yet
συντίθησιν· οὔτε γὰρ ἐπαινεῖ ἐξαπίνης τονδεί τινα, εἶτα πάλιν τὸν ἀντιδοξάζοντα τούτωι, οὔτε τοδί τι ἐγκωμιάζει ὃ ὅδε τις λέγει, εἶτα πάλιν τὸ ἀντικείμενον τούτωι ὃ ἄλλος τις λέγει, ἀλλ' ὅταν ἐπαινῆι τὸ τοῦδέ τινος ἐπιφορᾶς ὀρθῆς εἶδος, εἶτα πάλιν τὸ τοῦδε, οὐ τὸ ὑπεναντίον τῶι τοῦδε ἐπαινεῖ, ἀλλ' ὃ ἂν σύμφωνον ἦι, καὶ οὕτως ἐ πὶ πάντων πράττει· ἀρχὴν δέ, ὥσπερ ἔλεγον, οὐδ' ἐκείνων οἴεται δίκαιον νομίζειν τι νά, τούτων οὐθέν, ὥστε οὐκ ἐπάγετ αι ποιητὰς καὶ σοφιστὰ ς καὶ ῥήτορας, οἵ γε πᾶν τὸ τὴν ὀρθὴν ἔχον ἐπιφορὰ ν οὐ