Ancient Greek · ~2 min
Column 40
Epicurus, P.Herc. 1148 40-2
Not analysed yet
οἰκεῖον εἶναι, τοῦ συνάψαντος τὸ σύμφωνον αὑτῶι καὶ ἀκόλουθον, ἐκείνου δὲ ἀλλότριον, τοῦ κυκήσαντος μετὰ τῶν οὐκ οἰκείων δογμάτων τόδε τι ὀρθὸν δόγμα, κἂν πρότερος ἐπιπεσὼν αὐτῶι τύχηι· συμπεφορημένος γάρ ἐστιν οὐχ ὃς ἂν τὸ διεσπαρμένον δόγμα μεθ' ἑτέρων ἀλλοτρίων ἑαυτοῦ δογμάτων εἰς ταὐτὸ συνάγηι, ἀλλ' ὃς ἂν ἀνιομολ ογούμεν' ἀλλήλοις τινά, εἴτε παρ' αὑτοῦ εἴτε παρ' ἄ λλων συντιθῆι· κἄν τις τό δε μὲν Ἐμπεδοκλέους λέγηι πρὸ ς νοῦν, τόδ ε δ' ἄνευ νοῦ τύχηι α των ανον ναν γη υτου δι αν ο ρουμε ην τ