Ancient Greek
13.Column 12inf to 13.Title 13inf
Epicurus, P.Herc. 1479, 1479/1417 13.Column 12inf-Title 13inf
Not analysed yet
ἧι δ’ ἐτὶ τοιοῦτο ἡμ ῖν ἐστίν, οὐκ ὀκνήσω σοί τε καὶ τοῖσδε πολλάκις προφέρειν, καὶ τὰ λοιπὰ δέ, τὰ μὴ ἧι τοιαῦτα, δόξαντα δ’ ἂν διημαρτῆσθ αι. ἀλλ’ οὐ βούλομαι ἐπὶ τοῦ παρόντος προφέρεσθαι αὐτά, μὴ ἀρχὴμ ποιησώμεθα μῆκος ἐχόντων ἱκανὸν λόγων. ἱκα νῶς οὖν ἡμῖν ἠδολεσχήσθω ἐπὶ τοῦ παρόντος. καὶ ὑμεῖς μυριάκις μνημονεύειμ π ειρᾶσθε τὰ ἐμοί τε καὶ Μητροδώρωι τῶιδε νεωστὶ εἰρημένα . οἶμαι δ’ ὑμῖν ὄ γδοον καὶ εἰκοστὸν εἶδος ἀκροάσεως τῆς ἑξῆς περαινομένης τουτὶ νῦν ἠδολεσχῆσθαι. Ἐπ ικ ούρου Περὶ φύσεως κη' ἐκ τῶν ἀρχαίων ἐγράφη ἐπὶ Νικίου τοῦ μετὰ Ἀντιφάτην