Ancient Greek
Fragment 13
Epicurus, P.Herc. 1479, 1479/1417 13.Column 12sup
Not analysed yet
λόγων, οὐ δυσωπηθησόμεθα τὸ μέρος ὃ προε ίρηκα. καὶ ἧι δ’ ἂν οὕτω ἦι τ ὸ ἡμαρτημένον, τὰ γιγνόμενα δεῖ συναισθάνεσθαι κἀκ πρώτου, ὥσπερ εἴ τινα εἰς ἐν ά ργειαν αὐτοῦ ἐλθεῖν, ἧ ι καὶ εὐθὺς μὴ ἀθρόαι τις διισχυρίσει ἐπ’ αὐτὸ πορεύηται, ἀλλ’ εὐλαβούμενος, καὶ ἄλλην καὶ ἄλλην τὸ ψεῦδος ἐμπεριλαμβάνων τὰ καθόλου δὲ μὴ δοξάζων οὕτω, ἀλλά τιν’ ἔχωμ παρ’ ἑ α υτῶι κανόνα ἐξ οὗ, μέχρι τῆς οἱονὶ ἐνεργητικῆς ἰδέας ἢ ἀναλόγου ταύτηι κειμένης, οὐ βαδιεῖται ἐπὶ τῶμ ψευδῶν . κἂν οὕτως οὖν δή, φημι ἦι τι διημαρτημένον, δεῖ συνορᾶν κατειν ειταν