Ancient Greek · ~2 min
Chapter pr_1
Epiphanius, Ancoratus 1.4
Not analysed yet
ἐπειδὴ Τε λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι’ ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τελεονκ ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν ἀγίων προσευχῶν σου καταισχυνθῆναι. ἐρρῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἐν εὐχαῖς θεῷ εὐχόμεθα.