Ancient Greek · ~7 min
Chapter 105
Epiphanius, Ancoratus 105
Not analysed yet
105. Ταῦτά ἐστι τῶν παρ᾿ Αἰγυπτίοις τιμωμένων θεῶν τὰ ἐπίχειρα, ὧν τὸ κατὰ μέρος εἰπεῖν *πολὺς χρόνος ἀναλωθήσεται. Έλληνες δὲ οἱ δοκοῦντές τι εἶναι ἐν ἑαυτοῖς, λόγοις μόνον καὶ ὀξύτητι γλώσσης φιλοσοφοῦντες καὶ οὐκ ἔργοις, πλέον πάντων ἐξώκειλαν· οἵτινες κατάγουσι Κρόνον άπ΄ Οὐρανοῦ, λέγοντες αὐτὸν ἀπὸ τοῦ Οὐρανοῦ γεγε⟨ν⟩νῆσθαι καὶ τὸ μόρια τοῦ ἰδίου πατρὸς ὤ κακῆς πράξεως, αἰσχρᾶς τε ὑπονοίας)· ὅς εἰ μὴ ἐτμήθη, πολλοὶ Κρονίωνες ἠσαν. ,οὑτος δὲ ὸ γεννάδας, ὸ ἕως πατρὸς πεφθακώς, οὐκ ἠρκέσθη ἐπὶ τῇ πρώτῃ ἀσεβείᾳ, ἀλλὰ νέος μὲν ὢν ἀδικεῖ τὸν πατέρα, πρεσβύτης δὲ γεγονὼς τὰ ἴδια αὐτοῦ τέκνα, ποσειδῶνα μὲν καταπίνων καὶ Πλούτωνα, Δία δὲ ἀναζητῶν καὶ ἐμπαιζόμενος ὑπὸ τῆς Ῥέας καὶ] πέτραν μεγάλην ἐσπαργανωμένην ἀντὶ ἀντὶ βρέφους κατα- πίνων· ὡσεὶ θεὸς τάχα *]εὐγενῶν δὲ γονέων ὑπάρχων ἱν οὕτως εἴπω ὸ τούτου παῖς, Ζεὺς τούτῳ ὄνομα, ἐκινδύνευε πασῶν τῶν γυ- ναικῶν ἀνὴρ γίνεσθαι καὶ ὁ τούτου υἱὸς Ἑρμῆς. καὶ Με κατὰ τοὺς νόμους ὑποροίκιός τις ἐγένετο καὶ μὴ κλεψίγαμος πάντοτε καὶ κακεργάτης· Πηνελόπην μὲν γὰρ φθείρει, δί ὴδονὴν τράγος γενόμενος· τράγος δὲ οἶμαι ἐγίνετο διὰ τὸ ἀκμαῖον τῆς τοῦ γενείου παραπλοκῆς. πρὸς Δανάην δὲ ⟨Ζεὺς ὸ πρῶτον ὴμῖν καλούμενος⟩ χρυσὸς ἐγίνετο, ἵνα παρθένον σώφρονα θαλαμευομένην φθείρῃ· χρυσὸς δὲ ἐκεῖνος οὐκ ἠδύνατο γνεέθαι ποτέ, ἀλλὰ γόης ὣν διὸ χρυσοῦ δωροδοκῶν τὴν παρθένον ἠπάτησε. καὶ παρὰ μὲν Λήδᾳ κύκνος αὐθις γίνεται, τὴν ἀναπτέρωσιν τῆς πυρώσεως τῆς αὐτοῦ ἡδονῆς ἀνασημαίνων. ἀετὸς δὲ ⟨γενόμενος⟩ πώποτε ἀναπετασθεὶς παιδοφθόρων διδάσκαλος προκαθέζεται· μηδέποτε ἀετὸς γενόμενος, ἀλλ᾿ ἐν πλοίῳ παρασήμῳ, ἀετῷ ὀνομαζομένῳ διὰ τὸ τάχος, Τροίαν παραπλεύσας καὶ τὸν υἱὸν τοῦ βασιλέως Τρώων] Γανυμήδην ἁρπάσας τὴν φθορὰν ἀπειργάσατο. καὶ πρὸς Πασιφάην δὲ ταῦρος ἐγένετο, ὡσαύτως καὶ πρὸς Εὐρώπην.