Ancient Greek · ~6 min
106.1 to 106.7
Epiphanius, Ancoratus 106.1-7
Not analysed yet
106. Καὶ τί μοι τὰ πλήθη λέγειν ⟨τῶν φθορῶν⟩ τοῦ γενναίου τούτου ⟨παρθένων⟩ φθορέως καὶ φθορέων διδασκάλου; οὖ τὸ οὐκ όλίγοις ἐστὶ δῆλον. ἐν Κρήτῃ γὰρ τῇ νήσῳ ἐν τῷ ὄρει τῷ λεγομένῳ Λασίῳ ἔως δεῦρο δακτυλοδεικτεῖται. Ζῆνες δὲ οὐχ εἶς ἢ δύο, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες γεγόνασι τὸν ἀριθμόν. ὁ μὲν γὰρ εἶς αὐτῶν Κρονίδης ό προειρημένος, ό ταρταρώσας τὸν ἴδιον αὐτοῦ πατέρα ἐν τῷ καυκασίῳ ὄρει, ό δ’ ἄλλος Λατιάριος λεγόμενος, ἐξ οὑπερ οἱ μονομάχοι γεγόνασιν, ἄλλος δὲ ὁ τραγῳδός. ὁ καὶ τὴν χεῖρα αὐτοῦ καύσας. τάχα δὲ θεὸς ὣν ἐπελάθετο ὅτι δάκνει τὸ πῦρ καὶ οὐκ εἶχε τὴν πρόγνωσιν τοῦ λέγοντος τράγῳ τῷ σατύρῳ, εὑρόντι πρότερον τὸ πῦρ καὶ προσελθόντι φιλῆσαι »μὴ ἅψ,ῃ, |τραγε· αψαμενος γὰρ σοῦ ἐμπρήσεις τὰ γένεια«. Αθηναῖ δὲ γεγόνασιν οὐ μία, ἀλλὰ πολλαί· μία μὲν ῥεμβομένη καὶ περὶ τὴν Τριτωνίδα λίμνην ἀλωμένη, ἄλλη δὲ ή Ὠκεανοῦ, ἑτέρα δὲ ἡ Κρόνου καὶ πολλαὶ ἄλλαι. Αρτέμιδες πολλαί· μία μὲν ή Ἐφεσία, ἄλλη ἄλλη ἡ τοῦ Διὸς καὶ ἄλλαι ὡσαύτως οὐκ ὀλίγαι. καὶ Διόνυσοι ⟨δὲ⟩ ὸ Θηβαῖος, ἄλλος ὁ Σεμέλης, ό ἐπὶ τῶν Κορυβάντων καὶ ό ὑπὸ τῶν Τιτάνων διασπώμενος καὶ Κουρήτων ὸ] τὴν κρεωνομίαν μυῶν. Ἡρακλῆς δὲ ὸ λεγόμενος παρ᾿ αὐτοῖς ἀλεξίκακος, οὗ τὰς πράξεις πόσας ἀποσιωπήσω, μίαν δὲ ἀπὸ πασῶν τὴν παρ’ αύτοιῖς ταχα ἐπαινουμένην ὐποδείξω· ἀρκέσει τούτῳ τὸν κάματον τοῦτον ὑποστῆναι, ἕνα τῷ βίῳ σωτηρία γένηται. εἰ μὴ γὰρ ἔφθειρεν ἐν μιᾷ νυκτὶ πεντήκοντα παρθένους, πῶς ὁ κόσμος ἐσᾠζετο; μᾶλλον δὲ ὠλώλει. καὶ ἁπλῶς όμολογῶ σοι, περικακῶ τὰς κακὰς αὐτῶν πράξεις καταλογάδην ἀναγράψαι.