Ancient Greek · ~2 min
Chapter 3
Epiphanius, Ancoratus 3.9
Not analysed yet
περὶ γὰρ τοῦ πατρὸς αὐτὸς ὁ υἱὸς λέγει »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν«, ἀξιόπιστος δὲ μάρτυς ⟨περὶ τοῦ υἱοῦ⟩ ὁ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν μονογενῆ αὐτὸν φάσκων. οὐ προσέθετο δὲ τῷ μονογενεῖ θεῷ τὸ θεὸς ἀληθινός, ἀλλὰ περὶ πατρὸς γέγραπται, ⟨ὄτι⟩ ἀληθινὸς θεός, περὶ υἱοῦ δέ,. μονογενὴς θεός. τὸ δὲ ⟨ἀνά⟩παλιν περὶ πατρός, ὅτι »φῶς ὁ περὶ δὲ υἱοῦ, ὅτι »ἦν τὸ φῶς τὸ ἀληθινόν«.