Ancient Greek · ~5 min
40.4 to 40.8
Epiphanius, Ancoratus 40.4-8
Not analysed yet
μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος πάντα τὰ ἄγγη μυρίζει καὶ Χριστοῦ ἡ παρουσία ἀπ' οὐρανοῦ ὅλην τὴν γῆν ἡγίσαε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθείᾳ. ὁ ὄρος ὁ] ὤν, ὡς ἐν τῷ Δανιὴλ ⟩,καὶ μέγα ὄρος, »λίθος ⟨δὲ⟩ τεμνόμενος ἄνευ χειρῶν‘ *ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος, τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος ⟨δὲ⟩ πάλιν ἀναλαμβάνων τὸ] μέγεθος καὶ γινόμενος αὖθις ὄρος μέγα καὶ ότι τὸ] ὄρος οὐκ ⟨ὅν ἐν⟩ ἑνὶ τόπῳ, πληρῶν ἅπασαν τὴν οἰκουμένην, οὑτος ὁ σοφία σοφία καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾶ«. ἐπεὶ σοφία ὥν τοῦ πατρὸς καὶ »διδάσκων ἀνθρώπους« λαλεῖν καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν καὶ »φυτεύσας τὸ οὐς« τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; *»λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας‘ καὶ τὰ ἑξῆς; ἀλλ' ἐπειδή, γεννηθεὶς ἀπὸ κοιλίας εὐθὺς λαλῶν εἰ ἐδείκνυτο καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη καὶ οὐκ ἀληθὴς ⟨ἀλλ᾿ ⟩ἢ μᾶλλον δόκησις ἡ ἔνσαρκος αὐτοῦ κύησις, διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἠλικίας, ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.