Ancient Greek · ~5 min
69.1 to 69.7
Epiphanius, Ancoratus 69.1-7
Not analysed yet
69. Ἀλλὰ καὶ τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· »δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν« ὅμοιον τῷ εἰπεῖν »δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ‘ «· οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ‘ καὶ οὐδεὶς δύναται πνεῦμα πνεῦμα ἅγιον ἢ παρὰ κυρίου »διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καί »ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος«· καί μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾡ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως« ὅμοιον τῷ εἰπεῖν »ἢ παραζηλοῦμεν τὸν κύριον, μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν‘· »τὸ δὲ πνεῦμα ῥητῶς λέγει« ὅμοιον τῷ εἰπεῖν »τάδε λέγει κύριος παντοκράτωρ«· καί »τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν «ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα«· Ησαΐας δέ καὶ ἐπ' αὐτὸν πνεῦμα θεοῦ«, ὁ δὲ Χριστός πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με« καί Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ« ἤ κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ‘. φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα »ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ«.