Ancient Greek · ~2 min
Chapter 72
Epiphanius, Ancoratus 72.9
Not analysed yet
περὶ τούτου ὸ κύριος ὅταν ἔλθῃ ό παράκλητος, ὃν ἐγὼ πέμψω ὐμῖν, τὸ πνεῦμα τῆς ΄αληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ« καί »ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι. ὃταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ᾿ ὃσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα«.