Ancient Greek · ~6 min
78.1 to 78.6
Epiphanius, Ancoratus 78.1-6
Not analysed yet
78. Εἶτα πάλιν »ψυχὴ ἡ ἁματάνουσα αὕτη ἀποθανεῖται« οὐκ ἐκτὸς τοῦ σώματος ἀπεφήνατο· ⟨ἤ⟩ »ἡσαν γάρ«, φησίν, »'εν τῷ ἑβεδομήκοντα ψυχαί«, καὶ οὐ πάντως ψυχαὶ ἠσαν ἄνευ σώματος, ἀλλὰ σώματα σὺν ψυχαῖς· καὶ πάλιν εἴωθεν ή συνήθεια καλεῖν τὸν ἄνθρωπον ἀπὸ τοῦ ἑνὸς ὀνόματος, ὃτι δεσπότης ἐστὶν ὀγδοήκοντα σωμάτων. οὐ πάντως ἄνευ ψυχῶν. ό Λόγος τοίνυν σὰρξ γενόμενος οὐκ ἐκτὸς ψυχῆς ⟨ἐτύγχανεν, ὡς καὶ⟩ οὐκ ἐκτὸς πάσης πραγματείας. ὃτε λέγει ψυχή⟨ν⟩ ἄνευ σώματος ἀπεφήνατο οὐδὲ ὃτε λέγομεν ἄνευ ψυχῆς ὄντα διανοούμεθα. τί οὐν ἔδοξε τοῖς βουλομένοις λέγειν τὸν νοῦν παρεκβεβλῆσθαι; ἢ τί τοῦτο τὴν ἐκκλησίαν ὠφέλησεν :ἢ τί μᾶλλον οὐκ ἐτάραξε; πῶς δὲ οὐκ ἀλλιπῆ ποιεῖται τὴν ἡμῶν σωτηρίαν ὁ τὰ τοιαῦτα διανοούμενος; ἡμεῖς γὰρ οὐδὲν δυνάμεθα διανοεῖσθαι ἕτερον τὸν νοῦν εἶναι οὐδὲ ὑπόστασιν τοῦτον δυνάμεθα λέγειν καθ᾿ ἑαυτόν, ἀλλὰ τὸ σύνθετον καὶ τὸ λογικὸν καὶ φρονοῦν ἐν ἑκαστῳ τῶν ⟨οὐ⟩ πεπλανημένων íon εἰπεῖν νόημα τοῦ ὡς ὀφθαλμοὶ ἐν τῷ σώματι, οὓτως νοῦς ἐν ψυχῇ. πάλιν δὲ οὐδὲ τοῦτο ἐριστικῶς φαμέν, ἀλλ᾿ ἁπλῶς τὸ ἐννοητικὸν τῶν ἀνθρώπων *. τί οὐν ἐστιν ἄνθρωπος; ψυχὴ σῶμα νοῦς καὶ εἴ τί ἐστιν ἓτερον. τί τοίνυν ἠλθεν ὁ κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. ἄρα οὐν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν. ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο, ἃ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας καὶ ἐπροφητεύετο καὶ ἀνελογεῖτο;