Ancient Greek · ~2 min
Chapter 78
Epiphanius, Ancoratus 78.7
Not analysed yet
σαφῶς γᾶρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων »ἰδοὺ συνήσει ό παῖς μου ό ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ’ ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω ⟨ἐπ’ αὐτὸν⟩ τὸ πνεῦμά μου« καὶ τὰ εξῆς. ἀρα γοῦν τὸ συνιέναι ποῦ εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται. εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο.