Ancient Greek · ~2 min
78.8 to 78.9
Epiphanius, Ancoratus 78.8-9
Not analysed yet
εὶ γὰρ ολως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ ⟨ὁ⟩ ἄνωθεν Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, ⟨ὃς⟩ καὶ ἐνανθρωπήσας συνανεστράφη« κατὰ τὸ γεγραμμένον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι. διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ εὐαγγέλιον »προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ«· οὐχ ἡ θεότης ἠλικίαν ἐπιδεχομένη οὔτε σοφίας ὑστεροῦσα, ἡ οὖσα σοφία σοφίᾳ σοφίᾳ δὲ προέκοπτεν ή τοῦ σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ ⟨ἄλλως⟩ οὐδὲ ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.